Ancient Greek
Section 8
Anonymi Medici Med., De generatione et semine 8
Not analysed yet
Καὶ τὸ μὲν αἷμα μιγνύμενον τῇ γονῇ σὰρξ γίνεται, καὶ θερμαινομένη ὑπὸ τοῦ πνεύματος αὔξει καθ' ἡμέραν καὶ πληθύνεται. ἅμα γὰρ ἡ γονή, ἅμα τὸ πνεῦμα ἐμπίπτει εἰς τὴν μήτραν καὶ αὔξει καὶ πληθύνεται.