Ancient Greek · ~3 min
1.1 to 1.5
Anonymi Medici Med., De natura hominis 1.1-5
Not analysed yet
Κόσμος οὗτος συνέστηκεν ἐκ τεσσάρων στοιχείων, ἐκ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, ἤγουν ἐξ ἀέρος, πυρός, γῆς καὶ ὕδατος. Καὶ ὁ μὲν ἀήρ ἐστι θερμὸς καὶ ὑγρός, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν· ἡ δὲ γῆ ψυχρὰ καὶ ξηρά, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν. Ὡσαύτως καὶ ὁ ἄνθρωπος ὁ μικρὸς κόσμος συνέστηκεν ἐκ τεσσάρων στοιχείων, ἐκ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ ἐξ αἵματος, χολῆς ξανθῆς, χολῆς μελαίνης καὶ φλέγματος. Καὶ τὸ μὲν αἷμα ἔοικε τῷ ἀέρι θερμὸν καὶ ὑγρόν· ἡ χολὴ ἡ ξανθὴ ἔοικε τῷ πυρὶ θερμὴ καὶ ξηρά· ἡ χολὴ ἡ μέλαινα ἔοικε τῇ γῇ ψυχρὰ καὶ ξηρά· τὸ φλέγμα ἔοικε τῷ ὕδατι ψυχρὸν καὶ ὑγρόν. Καὶ τὸ μὲν αἷμα πληθύνεται εἰς τὸ ἔαρ, ἡ χολὴ ἡ ξανθὴ εἰς τὸ θέρος, ἡ χολὴ ἡ μέλαινα εἰς τὸ φθινόπωρον, καὶ τὸ φλέγμα ἐν χειμῶνι.