Ancient Greek · ~2 min
Chapter 1
Anonymi Medici Med., De natura hominis 1.6
Not analysed yet
Καὶ ἐπὶ μὲν τῆς παιδικῆς ἡλικίας τὸ αἷμα πληθύνεται ἕως ἐτῶν ιδʹ καὶ ἔστι θερμὸν καὶ ὑγρὸν καὶ γλυκύ· ἐπὶ δὲ τῶν νεανίσκων ἡ χολὴ ἡ ξανθὴ πληθύνεται ἕως ἐτῶν κηʹ καὶ ἔστι θερμὴ καὶ ξηρὰ καὶ πικρά· ἐπὶ δὲ τῆς τελείας ἡλικίας ἡ μέλαινα χολὴ πληθύνεται ἕως ἐτῶν μρʹ καὶ ἔστι ψυχρὰ καὶ ξηρὰ καὶ ὀξώδης· ἐπὶ δὲ τῶν γερόντων τὸ φλέγμα πληθύνεται ἕως ἐτῶν πʹ καὶ ἔστιν ψυχρὸν καὶ ὑγρὸν ἁλμυρόν.