Ancient Greek
Edition urn:cts:greekLit:tlg4037.tlg005.local001
Anonymi Paradoxographi, De amicis 001
Not analysed yet
ΦΙΛΕΤΑΙΡΟΙ. Θησεὺς καὶ Πειρίθοος. Ἀχιλλεὺς καὶ Πάτροκλος. Ἰδομενεὺς καὶ Μηριόνης. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Ὀρέστης καὶ Πυλάδης. Διομήδης καὶ Σθένελος. Φίντης καὶ Δάμων Συρακούσιοι, Πυθαγόρειοι, ὧν τοῦ ἑτέρου κατακριθέντος ὑπὸ Διονυσίου ὁ ἕτερος ἠγγυήσατο ἀποθανεῖν, ἐὰν ἐκεῖνος μὴ ἐλθῇ τῇ ὡρισμένῃ ἡμέρᾳ· ὁ δὲ τὰ περὶ τὰ ἴδια διαταξάμενος ἐλθὼν τῆς ἐγγύης τὸν φίλον ἠλευθέρωσε· θαυμάσας δὲ ὁ τύραννος κἀκεῖνον ἀπέλυσε καὶ τρίτον ἑαυτὸν αὐτοῖς φίλον συνηρίθμησεν.