Ancient Greek
Edition urn:cts:greekLit:tlg4037.tlg003.local001
Anonymi Paradoxographi, Τίνες οἶκοι ἀνάστατοι διὰ γυναῖκας ἐγένοντο 001
Not analysed yet
ΤΙΝΕΣ ΟΙΚΟΙ ΑΝΑΣΤΑΤΟΙ ΔΙΑ ΓΥΝΑΙΚΑΣ ΕΓΕΝΟΝΤΟ. Ὁ μὲν Ἡρακλέους διὰ τὴν ἐπιγαμίαν Ἰόλης, τῆς Εἰρύτου θυγατρός, καὶ ὁ Εὐρύτου διὰ τὴν θυγατέρα. ὁ Θησέως διὰ τὸν ἐφ' Ἱππολύτῳ Φαίδρας ἔρωτα. ὁ Ἀθάμαντος διὰ τὴν Θεμιστοῦς τῆς Ὑψέως ἐπιγαμίαν. ὁ δὲ Ἰάσονος διὰ Γλαύκην τὴν Κρέοντος. ὁ Τηρέως διὰ τὴν Φιλομήλας φθοράν. ὁ Ἀγαμέμνονος διὰ τὴν Κλυταιμνήστραν. ὁ Πριάμου διὰ τὴν Ἑλένης παρουσίαν. ὁ Ἀμφιαρέω διὰ τὴν Ἐριφίλην.