Ancient Greek
263.3.1
Anonymous, Genus Antiphontis (Westermann) 263.3.1
Unproofread scanNot analysed yet
Ἀντιφῶν υἱὸς μὲν ἦν Σωφίλου, φυλῆς δ᾽ Αἰαντίδος, Ῥαμνοῦσιος τὸν δῆμον. κατὰ δὲ τὰ Περσικὰ γεγόμενος συνήχμασε Γοργίᾳ τῷ σοφιστῇ. καὶ διδασκάλῳ τὰ πρῶτα χρησάμενος τῷ πατρὶ διδάσκοντι γράμματα τῆς ἡλικίας προβαинуούσης τὰ περὶ τοὺς λόγους ἐξεπόνησε· φυσιχῇ δὲ δεινό-5 τητι τὴν ἐκ τῆς ἀσκήσεως μελέτην προσλαβὼν, μηδενὸς μὲν ἀχροασάμενος ὅτι μηδ᾽ ἦν πώ τις μήτε λόγων μήτε τεχνῶν ῥητορικῶν συγγραφεὺς μήτε σοφιστὴς προεστηκὼς διατριβῆς, τοῖς πρὸ αὐτοῦ δ᾽ ἐντυχὼν βιβλίοις καὶ τοῖς τῶν ποιητῶν μάλιστα, εἰς τοσοῦτον προῆλθε δεινότητος, ὥστε Νέστωρ 10 ἐπεκαλεῖτο διὰ τὴν ἐν τῷ λέγειν ἡδονήν. τοῦ πολιτεύεσθαι δ᾽ ἀποστὰς νέος ὢν ἐν Κορίνθῳ παρὰ τὴν ἀγορὰν οἴκημα εἰς ὑποδοχὴν ἀκροατῶν ποιήσας καὶ ἔξωθεν ἐπιγράψας, ὅτι τοὺς λυπουμένους παραμυθεῖται, εἶτα φιλοχρήματος ὢν καὶ οὐ πολλὰ ἐκ τούτων κερδαίνων τραγωδίας ἐποίει. ἀποστὰς 15 δὲ καὶ τούτων ἐπὶ ῥητορικὴν ἐτράπετο καὶ συστησάμενος ἐν Ἀθήναις διατριβὴν Σωκράτει περὶ τῶν ἐλεγκτικῶν διεφέρετο. πολλοὺς δὲ παιδεύσας ἐπαίδευσε καὶ Θουκυδίδην. ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ πολλὰ δυνήσεις μετέβαλε τὴν δημοκρατίαν καὶ ἐποίησε τοὺς ὑ μετὰ τῶν περὶ Ἀρχεπτόλεμον. 20 εἰσαγγελθεὶς δ᾽ ἄλλω καὶ τοῖς τῶν προδοτῶν ὑπαχθεὶς ἐπιτιμίαις ἄταφος ἐροῖρη. φασὶ δὲ τινες ἐν Σικελίᾳ αὐτὸν τελευτῆσαι παρὰ Διονυσίον· ἤδη γὰρ πρεσβύτης ὢν καὶ πρὸς