Ancient Greek
352.30.1
Anonymous, Vita Aristidis (Westermann) 352.30.1
Unproofread scanNot analysed yet
νωσκόμενον καὶ θαυμαζόμενον καὶ πᾶν ἠδοκίμησεν. λέγε- ται δὲ Παναθηναϊκός, διότι ἐν τοῖς Παναθηναίοις ἐλέχθη· ἀνάγεται δ’ ὑπὸ τὸ πανηγυρικὸν εἶδος. τὰ κεφάλαια δ’ ἐν τῷ λόγῳ εἰσόμεθα. διείλε δὲ τὸν λόγον εἰς δ’, διότι ἤδει αὐτοὺς ὡς ἐν πανηγύρει μὴ μέλλοντας τοῦ παντὸς ἀκοῦειν λόγου, πολλοῦ ὄντος. περιλαμβάνει δ’ ἐν τούτῳ τῷ λόγῳ, ὡς ἔπος εἰπεῖν, πάσας τὰς ἱστορίας· ἐν γὰρ τῷ α’ λέγει τὰ πρότερα ὧν ἱστόρησεν Ἡρόδοτος, ἐν τῷ β’ δὲ τὰ Ἡροδότου, ἐν τῷ γ’ τὰ Θουκυδίδου, ἐν τῷ δ’ ἅπερ εἶπε Ξενοφῶν καὶ Θεόπομπος. εἰσὶ δὲ τὰ πρότερα ὧν ἱστόρησεν Ἡρόδοτος τὰ περὶ Κελειοῦ καὶ Ἐριχθονίου καὶ Τριπτολέμου καὶ τῶν Ἀμαζόνων καὶ τινὰ παλαιὰ πάνυ· ἐτι δ’ εἰσὶν Ἡροδότου τὰ Περσικά, τὰ δὲ Θουκυδίδου τὰ Πελοποννησιακά, τὰ δὲ Ξενοφῶντος αἱ Ἑλληνικαί, τὰ δὲ Θεοπόμπου αἱ Φιλιππικαί. ἐπεὶ δὲ λέγουσί τινες ἀνταλλάξαι Γαληνὸν τὴν τέχνην κατὰ χρησμῶν, ἰστέον ὅτι οὐδαμοῦ τούτου μέμνηται, ἀλλ’ ἀπλῶς καὶ μάτην λέγουσιν οἱ τοῦτο λέγοντες· ἄλλως τε φαίνεται σβεσθὲν τὸ ἐν Δελφοῖς μαντεῖον κατ’ ἐκεῖνον τὸν χρόνον τὸ παρέχον αὐτοῖς τὸν χρησμὸν, εἰ γε τοῦτο ἐγένετο. ὡς δὲ λέγουσιν, ἐσβέσθη τῶν Φωκέων ποτὲ ἐμπρησάντων αὐτό, ἐπιγενόμενος δὲ Νέρων ὁ βασιλεὺς τότε πάσης ἀσελγείας μεστὸς μεῖζον καὶ λαμπρότερον αὐτὸ κατεσκεύασεν, ὕστερον δ’ αὐτὸς καθεῖλεν αὐτὸ διὰ τοῦδε. λέγεται ὅτι εἰσελθόντος εἰς Δελφοὺς εὐτελοῦς τινος καὶ λαβόντος χρησμὸν Νέρων οὐκ ἔλαβε, ζητῶν καὶ αὐτὸς πυθέσθαι περὶ τινος, εἴτ’ ἤρετο ἂνθ’ οἱον. ἡ δὲ Πυθία ἀπεκρίθη