Ancient Greek · ~2 min
ΑΠΟΣΠΑΣΜΑΤΑ.
Anonymous, Geographiae expositio compendiaria 1-2
Not analysed yet
Τῶν δʼ εὐμεγεθῶν νήσων Σαρδὼ μὲν τὴν περίμετρον ἔχει σταδίων δυμ΄, μιλίων φ, Κύρνος δὲ, ἣν Κορσικὴν κὴν οἱ ἐπιχώριοι καλοῦσι, τὰ κύκλῳ ἔχει σταδίων δυμ΄ Τῆς δὲ Κρήτης τὰ κύκλῳ ἐστὶ σταδίων δτ΄. Ἡ δὲ Κύπρος σταδίων γ. Τῶν δὲ Βρεττανικῶν νήσων ἡ μεγίστη καλουμένη Ἀλβίων τὴν περίμετρον ἔχει σταδίων τρισμυρίων ἐνυακισχιλίων, ἡ δὲ Ἰέρνη ἀναλόγως ταύτης μείζων. Ἡ δὲ Πελοπόννησος σταδίων ἐστὶ τετρακισχιλίων πεντακοσίων. Ῥόδου δὲ ἡ περίμετρος σταδίων ωκε΄, Κῶ δὲ νήσου σταδίων ώ. Χίος δὲ σταδίων αχ΄. Λέσβου δὲ τὰ κύκλῳ αρπ΄. Ἡ δὲ Σαμία νῆσος σταδίων ω΄.