Ancient Greek
IV. Περὶ τῶν κατὰ τὴν Εὐρώπην ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 13
Not analysed yet
13. Νῆσοι δὲ ταύτης τῆς ἠπείρου ἀξιόλογοι ἐν μὲν τῇ ἐκτὸς θαλάσσῃ αἱ Βρεττανικαὶ δύο Ἰουερνία τε καὶ Ἀλουίων. Ἀλλʼ ἡ μὲν Ἰουερνία δυτικωτάτη κειμένη, ἀντιπαρεκτείνεται μέχρι τινὸς τῇ Ἱσπανίᾳ· ἡ δὲ Ἀλουίων, ἔν ᾗ καὶ τὰ στρατόπεδα ἵδροται, μεγίστη τέ ἐστι καὶ ἐπιμηκεστάτη· ἀρξαμένη γὰρ ἀπὸ ἄρκτων μέσων τῆς Ταρρακωνησίας πρόσεισιν, ἐπʼ ἀνατολὰς μέχρι τῶν μέσων σχεδὸν τῆς Γερμανίας, Εἴη δʼ ἂν ἀξιόλογος καὶ ἡ Θούλη, καὶ ἡ μεγάλη Σκάνδεια, ἢ κεῖται ὁπὸ τὴν Κιμβρικὴν χερρόνησον· ἔκκειται γὰρ τῆς Γερμανίας πρὸς ἄρκτους καὶ τὸν ἐκείνης ὠκεανὸν ἐπὶ πλεῖστον.