Ancient Greek · ~2 min
V. Περὶ τῶν κατὰ τὴν Λιβύην ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 15
Not analysed yet
15. Τῆς δὲ Διβύης ἀρχομένης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ εἰσιν αἱ δύο Μαυριτανίαι, δυτικωτέρα μὲν ἡ Τιγγιτανὴ, ἐχομένη δὲ ταύτης ἡ Καισαρηνσία· μεθʼ ἣν ἡ Ἀφρικὴ, εἶτα ἡ Κυρηναῖκὴ Πεντάπολις, ἡ Μαρμαρικὴ, εἶτα ἡ Αἴγυπτος. Ὑπόκειται δὲ ταῖς Μαυριτανίαις ἡ Γαιτουλία, τῇ δὲ Ἀφρικῇ καὶ τῷ Πενταπόλει ἡ ἄβροχός τε καὶ δίαμμος γῆ. Ἐκτείνεται δὲ ἡ ἔρημος αὕτη καὶ μέχρι τῆς Αἰγύπτου κειμένη ἀρχομένης.