Ancient Greek · ~3 min
IX. Περὶ ὀρῶν. μεγίστων.
Anonymous, Geographiae expositio compendiaria 28
Not analysed yet
28. Ἔστι δὲ καὶ τῶν ὀρῶν μέγιστα, ἐν μὲν τῇ Ἀσίᾳ ὅ τʼ Ἰμάϊος καὶ τὰ Ἠμωδὰ καὶ τὰ Καυκάσια· ταῦτα δὲ καὶ τὰ Ῥίπαιά φασι παρὰ πάντα ὑψηλότατα εἶναι μέγιστον δʼ ὄρος καὶ ὁ παροπάνισος καὶ ὁ Ταῦρος, τῶν τε κατὰ τὴν Ἰνδικὴν τὰ πλεῖστα· τῶν δὲ Λιβυκῶν ὑψηλότατα μέν ὅ τε μέγας Ἄτλας καὶ τὸ τῶν Θεῶν ὄχημα, μεγάλα δὲ καὶ ἐπιμηκέστατα τὰ Αἰθιοπικά· ἀρξάμενα γὰρ ἀπὸ τῆς μεθορίας τῆς κατʼ Αἴγυπτον κάτεισιν ἐπὶ μεσημβρίαν συνεκτεινόμενα τῇ τοῦ Νείλου πορείᾳ. Ἐν δὲ τῇ Εὐρώπῃ μέγιστά φασιν εἶναι τὰ Σαρματικὰ καὶ τὰ Ἄλπεια, εἴ τις αὐτὰ κατὰ συνάφειαν λαμβάνοι. Ὑψηλὰ δὲ φασιν εἶναι καὶ τὰ Πυρηναῖα καὶ τὴν Ἰδούβαιδαν τῆς Ἱσπανίας, καὶ τὸν Μακεδονικὸν δὲ Ὄλυμπον καὶ τὸν Ἄθω καὶ τῆς Ἠπείρου τὰ Ἀκροκεραύνια· ταῦτα δὲ καὶ ἀπὸ Κανυσίου φασὶν ὁρᾶσθαι.