Ancient Greek · ~2 min
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 43
Not analysed yet
43. Τῆς δὲ κατὰ τὸ Ἰνδικὸν πέλαγος Βραχείας θαλάσσης, ἐπείπερ αὕτη παρὰ τὰς ἄλλας΄ ἐπὶ πλεῖστον πρὸς ἀνατολὰς καὶ δύσεις ἐκτείνεται, τὸ ἀπὸ Ἐσιναῦ ἐμπορίου τῆς Βαρβαρίας ἢ τῶν Ῥαπτῶν τῆς μητροπόλεως ἐπὶ Κοττίαριν ποταμὸν τῶν Σινῶν σταδίων μυριάδες ε΄ καὶ βφ΄, μίλια δὲ ζ· πλάτος δὲ τὸ ἀπὸ τοῦ μυχοῦ τοῦ Μεγάλου κόλπου ἐπὶ τὴν ἄγνωστον στάδια τρισχίλια, ἤτοι μίλια αψγ΄.