Ancient Greek · ~2 min
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 51
Not analysed yet
51. Εἶτα ἀπʼ αὐτοῦ πλατύνεται ἡ Προποντὶς, μῆκος μὲν ἔχουσα τὸ ἀπὸ τῆς Τρωάδος ἐπὶ τὸ Βυζάντιον σταδίων ,α καὶ φ΄,μιλίων δὲ [σ],πάρισον δέ πως καὶ πλά τος. Μετὰ δὲ τὴν Προποντίδα εἰς τετραστάδιον αὖθις στενοῦται καὶ στύμα τοῦ Πόντου, καλεῖται Βόσπορος Θρᾴκιος. Ἐντεῦθεν δὲ ἤδη ὁ Πόντος αὐτὸς ἀνοίγεται διθάλασσος ὢν τρόπῳ τινί· κατὰ μέσον γὰρ αὐτοῦ δύο ἀνέχουσιν ἄκραι, ἀλλήλων ἀπέχουσαι δισχιλίους που καὶ φ΄ σταδίους, ὧν ἡ μὲν ἐπὸ τῆς Ἀσίας ἐπʼ ἄρκτους ἀνατείνουσα καλεῖται Κάραμβις, ἡ δὲ ἀπὸ τῆς Εὐρώπης πρὸς νότον Κριοῦ μέτωπον προσαγορεύεται.