Ancient Greek
9 to 11
Anonymous, Geographiae expositio compendiaria 9-11
Not analysed yet
9. Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρχὰς ἔχων ὁ Ἴστρος, ὃν μέχρι Νουιοδούνου πόλεως Δάνουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑποκείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὐινδελικίαν καὶ Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπιων τὰς δύο Παννονίας, ὑφʼ ἃς ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται. 10. Τῆς Γερμανίας μετὰ τὸν Οὐϊστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι· εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου τὰ μέχρι Βορυσθένους ποταμοῦ. 11. Καὶ ἔστιν ὑπὸ μὲν τὰ δυτικώτατα τῆς Σαρματίας ἐπὶ νότον κατιοῦσα μετὰ τοὺς Ἰάζυγας τοὺς Μετανάστας ἡ Δοκία, ὁριζομένη τῷ Ἴστρῳ, ὑπὸ δὲ τὰ λοιπὰ καὶ πρὸς ἀνατολὰς ὑποβέβληται ἡ κάτω Μυσία· ἐπιλαμβάνει δὲ καὶ αὕτη συχνόν τι καὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας, τήν τε παράλιον κατέχει πᾶσαν ὅση ἐστὶν ἀπὸ Βορυσθένους ἐπὶ Μεσημβρίαν πόλιν.