Ancient Greek
5 to 8
Anonymous, Anametresis Pontou 5-8
Not analysed yet
5. Ὁμοῦ γίνεται ὁ περίπλους τοῦ Εὐξείνου Πόντου, τῶν τε δεξιῶν τῶν παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου, ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδια δισμύρια τρισχίλια πεντακόσια ὀγδοήκοντα ἑπτὰ, μίλια τρισχίλια ἑκατὸν τεσσαράκοντα πέντε. Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδια ἐννακισχίλια. μίλια χίλια διακόσια. 6. Περὶ τοῦ σταδίου. Τὸ στάδιον πήχεις ἔχει τετρακοσίους, πόδας ὀκτακοσίους, ὀργυιὰς ἑκατὸν τριάκοντα τρεῖς ἥμισυ. 7. Περὶ τοῦ μιλίου. Τὸ μίλιον ἔχει στάδια ἑπτὰ ἥμισυ, πήχεις τρισχιλίους, πόδας ἑξακισχιλίους. 8. Περὶ τοῦ ἐνιαυτοῦ. Ἅπας ἔχει ὥρας ὀκτακισχιλίας ἑπτακοσίας ἐξήκοντα ἓξ, ἡμέρας τριακοσίας ἑξήκοντα πέντε καὶ τέταρτον.