Ancient Greek · ~7 min
[Εἲς Ἀπόλλωνα Πύθιον], lines [Εἲς Ἀπόλλωνα Πύθιον].382-[Εἲς Ἀπόλλωνα Πύθιον].424
Anonymous, Hymn 3 To Apollo [Εἲς Ἀπόλλωνα Πύθιον].382-424
Not analysed yet
ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,
ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,
οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·
ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους
ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·
ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι
[ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα μέλαιναν ]
πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·
οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,
πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον.
οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντες
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.