Ancient Greek · ~7 min
[Εἲς Ἀπόλλωνα Πύθιον], lines [Εἲς Ἀπόλλωνα Πύθιον].425-[Εἲς Ἀπόλλωνα Πύθιον].463
Anonymous, Hymn 3 To Apollo [Εἲς Ἀπόλλωνα Πύθιον].425-463
Not analysed yet
βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε
ἔπλεον· ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
ἐς λιμένʼ· ἣ δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,
ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν·
ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξαν
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ.
ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι,
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν
ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·