Ancient Greek · ~7 min
[Εἲς Ἀπόλλωνα Πύθιον], lines [Εἲς Ἀπόλλωνα Πύθιον].464-[Εἲς Ἀπόλλωνα Πύθιον].502
Anonymous, Hymn 3 To Apollo [Εἲς Ἀπόλλωνα Πύθιον].464-502
Not analysed yet
ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ·
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι·
νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·
ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας.
τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν
ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν
ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης·
πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,
εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.
ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.