Ancient Greek · ~7 min
Εἲς Ἀπόλλωνα [Δήλιον], lines Εἲς Ἀπόλλωνα [Δήλιον].130-Εἲς Ἀπόλλωνα [Δήλιον].170
Anonymous, Hymn 3 To Apollo Εἲς Ἀπόλλωνα [Δήλιον].130-170
Not analysed yet
αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι
θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα
[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον. ]
ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον,
ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·
ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα.
φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας
νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν,
αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.
πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;