Ancient Greek · ~1 min
Εἲς Ἀπόλλωνα [Δήλιον], lines Εἲς Ἀπόλλωνα [Δήλιον].171-Εἲς Ἀπόλλωνα [Δήλιον].178
Anonymous, Hymn 3 To Apollo Εἲς Ἀπόλλωνα [Δήλιον].171-178
Not analysed yet
ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν
ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.