Ancient Greek · ~7 min
Εἲς Ἑρμῆν, lines Εἲς Ἑρμῆν.138-Εἲς Ἑρμῆν.178
Anonymous, Hymn 4 To Hermes Εἲς Ἑρμῆν.138-178
Not analysed yet
αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·
ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν
παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα
ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς
δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.
ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν
ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.
ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·
σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον
νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων
κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.
μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω
ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.
ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.
βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν,
πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα
ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·