Ancient Greek · ~7 min
Εἲς Ἑρμῆν, lines Εἲς Ἑρμῆν.94-Εἲς Ἑρμῆν.137
Anonymous, Hymn 4 To Hermes Εἲς Ἑρμῆν.94-137
Not analysed yet
τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός·
ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον·
σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.
ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·
ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης·
ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.
ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε,
σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας
οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ.