Ancient Greek · ~7 min
Εἲς Ἑρμῆν, lines Εἲς Ἑρμῆν.340-Εἲς Ἑρμῆν.380
Anonymous, Hymn 4 To Hermes Εἲς Ἑρμῆν.340-380
Not analysed yet
κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα,
οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·
αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν
οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ
ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα,
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν
αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν
αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην.
Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων·
Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·
ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός,
οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω.