Ancient Greek · ~9 min
Εἲς Ἑρμῆν, lines Εἲς Ἑρμῆν.381-Εἲς Ἑρμῆν.428
Anonymous, Hymn 4 To Hermes Εἲς Ἑρμῆν.381-428
Not analysed yet
Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,
ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·
οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.
καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.
ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.
Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,
ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·
ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·
πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]
ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,
Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν
ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,
καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων
στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς
Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων
γηρύετʼ ἀμβολάδην —ἐρατὴ δέ οἱ ἕσπετο φωνή —
κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.