Ancient Greek
Section 100
Anonymous, In Dionysii periegetae orbis descriptionem 100
Not analysed yet
1001—1016. Πρὸς βορρᾶν δὲ τῆς Μεσοποταμίας οἱ Ἀρμένιοι καλὴν καὶ εὐδαίμονα γῆν κατοικοῦσι καὶ οἱ μαχόμενοι ἐκ τῶν χειρῶν Ματιηνοὶ, εὐτραφεῖς καὶ ἰσχυροὶ καὶ πλούσιοι καὶ καλῶς τὰ τοῦ πολέμου μεμαθηκότες, ἐπὶ τοῖς τοῦ Καυκάσου ὄρεσι κεκλιμένοι παρὰ τοῦ Εὐφράτου ποταμοῦ. Πρὸς δὲ τὸν νότον ἡ μεγάλη πόλις Βαβυλὼν, ἥντινα χαλκοῖς καὶ ἰσχυροῖς τείχεσιν ἡ Σεμίραμις ἐστεφάνωσεν, ἐπὶ δὲ τὴν ἀκρόπολιν τῷ Βήλῳ, ἤτοι τῷ βασιλεῖ ἢ μᾶλλον τῷ Διὶ ἢ τοῦ Διὸς υἱῷ, μέγαν δόμον ἢ ναὸν ᾠκοδόμησεν ἢ ἱδρύσατο, τῷ χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ καλλωπίσασα καὶ ἐπιμελησαμένη. Καὶ ταύτης μὲν τὸ πεδίον πολὺ ἢ μέγιστον, καὶ ἐκεῖσε πολλοὶ φοίνικες οἱ κατὰ ἄκρον κομῶντές εἰσιν. Ἀληθῶς μὴν τοῦ χρυσοῦ χαριέστερον ἄλλο ἡ Βαβυλὼν φέρει, τὴν γλαυκὴν λίθον ὑγρᾶς βηρύλλου, ἥτις περὶ τὸν τόπον ἐκεῖνον ἐν τοῖς προβασίμοις τόποις ἔσωθεν τῆς ὀφιήτιδος πέτρας φύεται. Ὑπεράνω δὲ τῆς Βαβυλῶνος ἐπὶ τὴν πνοὴν τοῦ βορρᾶ οἵ τε Κισσοὶ καὶ οἱ Μεσαβάται καὶ οἱ Χαλωνῖται κατοικοῦσιν, ἅτινά εἰσιν ἔθνη Συρίας.