Ancient Greek
Section 13
Anonymous, In Dionysii periegetae orbis descriptionem 13
Not analysed yet
130—139. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦμα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵτινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σποράδες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμβρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπιμήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπάσης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται.