Ancient Greek
Section 23
Anonymous, In Dionysii periegetae orbis descriptionem 23
Not analysed yet
216—227. Ἑξῆς δὲ ἐπὶ τούτοις εἰσὶν οἱ Φαυρούσιοι, ὑπέρ ὧντινων γῆν οἱ Γαράμαντες πολλοὶ καὶ ἄπειροι κατοικοῦσιν. Ἐν δὲ τοῖς ἐνδοτάτοις μέρεσι τῆς ἠπείρου ἔσχατοι πάντων οἱ Αἰθίοπες οἰκοῦσιν ἐπ᾿ αὐτοῦ τοῦ ὠκεανοῦ, παρὰ τὰ κοιλώματα ἢ τὰ δάση καὶ ἕλη τῆς ἐσχάτης Κέρνης. Πρὸ τούτων τῶν προειρημένων Αἰθιόπων ἐξέχουσι τὰ ὑψηλὰ ὄρη τῶν αἰθαλέων Βλεμμύων, τουτέστι Μαύρων ἐθνῶν, ἤγουν Αἰθιόπων. Ἀπεκεῖθεν τοῦ εὐτραφεστάτου καὶ λιπαρωτάτου Νείλου τὰ ὕδατα κατέρχεται ὅστις δὴ ἀπὸ τῆς Λιβύης πολὺς, τουτέστι μέγας, ἤδη πρὸς ἀνατολὰς ῥέων Σῖρις ὑπὸ τῶν Αἰθιόπων καλεῖται, διὰ τὸ ἀνέρχεσθαι αὐτὸν τότε καὶ πλημμυρεῖν, ὅταν ἡ ἐπιτολὴ τοῦ ἄστρου, ἤτοι Σειρίου, γένηται. Οἱ δὲ τὴν Συήνην κατοικοῦντες μεταστρέψαντες τὸ ὄνομα αὐτοῦ Νεῖλον ἔθεντο. Ἀπὸ τούτων δὲ τῶν Βλεμμύων ἐπὶ τὰ ὄρεια μέρη ἄλλοθεν ἀλλαχόσε ἐκτεινόμενος διὰ ἑπτὰ ἐπισήμων καὶ περιψενῶν στομάτων (ἅτινά εἰσι ταῦτα· Ἡρακλεωτικόν, Βολβιτικόν, Σεβεννιτικόν, Μενδήσιον, Πηλουσιακόν, Κανωβικόν, Θερμουτιακόν Πηλούσιον, Κανωβικὸν ὃ καὶ Ἡρακλεωτικόν, Σεβεννιτικόν, Σαϊτικόν, Μενδήσιον, Βολβίτινον καὶ Βουβαστικόν) ἐκπίπτει εἰς τὴν θάλασσαν, τὴν λιπαρὰν γῆν τῆς Αἰγύπτου τοῖς ὕδασι πιαίνων.