Ancient Greek
Section 25
Anonymous, In Dionysii periegetae orbis descriptionem 25
Not analysed yet
242—253. Τὸ μὲν οὖν σχῆμα τῆς Αἰγύπτου τρίγωνόν ἐστι, πρὸς τὰ βόρεια μέρη καὶ τὴν ἔσω θάλασσαν πλατύ, ἐπὶ δὲ ἀνατολὴν ὀξὺ καὶ μέχρι τῆς βαθεῖς κρημνοὺς ἢ καταράκτας ἐχούσης, ἤτοι ὑψηλῆς, Συήνης ἑλκόμενον, καὶ τοῖς ἀμφοτέροις ὄρεσι τῶν Αἰθιόπων καὶ Ἀράβων κύκλῳ ἀσφαλῶς περιεσκεπασμένον, ὑφ᾿ ὧντινων δρῶν τὰ ὕδατα τοῦ Νείλου, καλλίστου ποταμοῦ, κατέρχεται. Καὶ ταύτην μὲν τὴν Αἴγυπτον πολλοί τε καὶ εὐδαίμονες ἄνδρες ἔχουσιν· ὅσοι μὲν τὴν μεγαλόδοξον Θήβην κατοικοῦσι, πόλιν ἀρχαίαν, τὴν ἑκατὸν πύλας ἔχουσαν, ὅπου καὶ ὁ Μέμνων τὴν οἰκείαν μητέρα Ἠῶ, ὃ ἔστι τὴν ἡμέραν, ἀνατέλλουσαν ἀσπάζεται καὶ ὅσοι τὴν μεσόγειον ἑπτὰ πόλεις ἔχουσαν κατοικοῦσι, καὶ ὅσοι πρὸς τὰ νότια μέρη ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραλίαν ἕως τῆς Σερβωνίτιδος λίμνης κατοικοῦσιν.