Ancient Greek
Section 3
Anonymous, In Dionysii periegetae orbis descriptionem 3
Not analysed yet
27—35. Πανταχοῦ δὲ τοῦ ἀκαμάτου, ὃ ἔστι τοῦ ἀεικινήτου, ὠκεανοῦ ὁ ῥοῦς φέρεται, εἷς μὲν ὑπάρχων, πολλαῖς δὲ ἐπωνυμίαις ἀρηρὼς, ἤγουν ἡρμοσμένος. Καὶ οὗτος μὲν ὁ ὠκεανὸς περὶ τὴν ἐσχατιὰν τοῦ Λοκροῦ ζεφύρου, ἤτοι τοῦ δυτικοῦ, ἢ μᾶλλον τοῦ Ἰταλικοῦ (καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί) Ἄτλας καλεῖται ἑσπέριος. Ὕπερθεν δὲ πρὸς βορρᾶν, ὅπου οἱ παῖδες, ἤτοι τὸ ἔθνος, τῶν πολεμιστῶν Ἀριμασπῶν, Κρόνιόν τε καὶ πεπηγότα κόλπον καλοῦσιν ἄλλοι δὲ πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον καλοῦσι διὰ τὸ ψυχρὸν τῶν τόπων, ὡς πηγνυμένου αὐτοῦ, καὶ νεκρὸν εἶπον διὰ τὸ ἀσθενὲς τοῦ ἡλίου· βραδέως γὰρ ἢ ὀλίγον ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαείνει, πανταχοῦ δὲ ὑπὸ τῶν σκιερῶν νεφελῶν παχύνεται καὶ πυκνοῦται.