Ancient Greek
Section 35
Anonymous, In Dionysii periegetae orbis descriptionem 35
Not analysed yet
364—374. Ἐκεῖθεν δὲ, ὃ ἔστιν ἀπὸ τῆς Λευκῆς πέτρας, ἐπὶ τὸν βορρᾶν ἡ ἄκρα τοῦ ζεφύρου, ἤγουν τὸ Ζεφύριον ἀκρωτήριον, φαίνεται, καὶ ἐπ᾿ αὐτοῦ οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι κατοικοῦσιν, οἵτινες τοῖς προτέροις χρόνοις ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος τῆς πατρίδος αὐτῶν φεύγοντες ἐπὶ τὴν Ἰταλίαν παρεγένοντο ταῖς οἰκείαις δεσποίναις μιγέντες, δοῦλοι ὄντες· ὧντινων τὸ γένος ἀρτίως ἐστὶν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Ἅληκος ποταμοῦ. Μετὰ δὲ τούτους ἐφεξῆς εἰσιν οἱ Μεταπόντιοι· ἐγγὺς δὲ αὐτῶν ἡ ἐπιθυμητὴ καὶ καλῶς κατοικουμένη πόλις τοῦ πολυστεφάνου Κρότωνος ἐπὶ ταῖς ἐκβολαῖς ταῖ ????Αἰσάρου. Ἐκεῖσε δὲ τὸν μέγαν ἢ τὸν ὑψηλὸν τῆς Δακ̣?άδος Ἥρας ναὸν θεάσῃ. Ἔστι δὲ κἀκεῖσε ἡ ἀπὸ τοῦ Διὸς μεγάλην ὀργὴν δεξαμένη ἀθλία καὶ ταλαίπωρος Σύβαρις, τοὺς ἐνοικοῦντας ἢ πολίτας ἑαυτῆς ἀπολωλότας κλαίουσα, ἤγουν ἔρ̣? οὖσα, διὰ τὸ ἐπὶ τοῖς ἀναθήμασι τοῦ Ἀλφειοῦ ὑπὲρ τὰ δίκαιον μανέντας αἰσχρῶς ἀσεβῆσαι.