Ancient Greek
Section 5
Anonymous, In Dionysii periegetae orbis descriptionem 5
Not analysed yet
43—57. Κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν εἰς τὴν γῆν, μικροὺς μὲν πολλοὺς, τέτταρας δὲ μεγίστους. Καὶ πρῶτος μὲν ὅστις τὴν ἑσπερίαν τὴν καθ᾿ ἡμᾶς θάλασσαν ποιεῖ, συρόμενος ἀπὸ τῆς Λιβύης ἕως τῆς Παμφυλίας. Δεύτερος δέ, κατ᾿ ὀλίγον μὲν μικρότερος τοῦ πρώτου, προφερέστατος δὲ, ἤτοι μείζων τῶν ἄλλων, ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἀπὸ τοῦ βορρᾶ διασκορπιζόμενος τῇ Κασπίᾳ θαλάσσῃ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον, ἤτοι τὴν πρόχυσιν τοῦ ὠκεανοῦ, ἐπιπέμπει. Ἄλλοι δὲ Ὑρκανίαν θάλασσαν αὐτὴν εἶπον. Τῶν δὲ ἄλλων δύο κόλπων, οἵτινές εἰσιν ἀπὸ τῆς νοτίας θαλάσσης, εἷς μὲν ἀνώτερος ὑπάρχων τὸ Περσικὸν κῦμα προχέων ἐξ ἐναντίας τετραμμένος τῆς Κασπίας θαλάσσης, ἄλλος δὲ πάλιν Ἀραβικὸς κόλπος ἐξογκοῦται καὶ αὔξεται πλησίον τοῦ Περσικοῦ, νοτιώρερον τὸ ῥεῦμα συστρέφων τοῦ Εὐξείνου Πόντου. Τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μείζονές εἰσι κόλποι· ἄλλοι δὲ ἄπειροι καὶ πολλοὶ γεγένηνται.