Ancient Greek
Section 50
Anonymous, In Dionysii periegetae orbis descriptionem 50
Not analysed yet
492—497. Πρὸς δὲ τὸν νότον πορευομένῃ νηῒ, ἤγουν μετὰ νηὸς πορευομένῳ, μετὰ τὰ Κεραύνια ὄρη ἐξ ἐναντίας τῶν Ἀμβρακίων νῆσοι φαίνονται, ἥ τε λιπαρὰ ἢ πολυφόρος Κέρκυρα, ἡ καὶ Φαιακία λεγομένη, ἡ προσφιλεστάτη τοῦ Ἀλκινόου χώρα. Ἐπὶ ταύτης δὲ καὶ τὸ τῆς Νηρικίης Ἰθάκης ἔδαφος, ἤγουν ἡ Ἰθάκη νῆσος, ἡ ὑπὸ τὸ Νηρίτιον ὄρος, καὶ τῶν ἄλλων, δηλονότι τῶν Ἐχινάδων, νήσων ἡ γῆ, ὁπόσας ὁ Ἀχελῷος ποταμὸς ταῖς λαμπροτάταις συστροφαῖς περιρρεῖ, ἀπὸ τῆς Χαλκίδος πόλεως τῆς Αἰτωλίας κατερχόμενος.