Ancient Greek
Section 58
Anonymous, In Dionysii periegetae orbis descriptionem 58
Not analysed yet
555—564. Ἕτεραι δὲ πάλιν ἐν τῷ ὠκεανῷ κεῖνται, τῷ ῥῷ, ἤγουν τοῖς κύμασιν, αὐτοῦ κύκλῳ περιεχόμεναι· ὧντινων ἐγὼ τὴν εὔδηλον καὶ φανερὰν θέσιν λέξαιμι, καὶ ὁποίῳ ἀνέμῳ παράκειται ἑκάστη αὐτῶν. Περὶ μὲν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἀτλαντικοῦ πελάγους κατοικοῦσιν οἱ θεοειδεῖς διὰ τὸ κάλλος καὶ ἀρετὴν Αἰθίοπες, τῶν μακροβίων ἄψογοι υἱοὶ καὶ ἀπόγονοι, οἵτινες μετὰ τὸν θάνατον τοῦ αὐθάδους ἢ ὑπερηφάνου, ὡς τῇ ἀνδρίᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν. Ὑπὸ δὲ τὴν ἱερὰν ἄκραν, ἥντινα λέγουσι τῆς Εὐρώπης εἶναι ἀρχὴν, καὶ τὰς Ἑσπερίδας νήσους, ὅπου ὁ κασσίτερος γεννᾶται, τὸ ἔθνος τῶν λαμπροτάτων Ἰβήρων κατοικεῖ.