Ancient Greek
Section 60
Anonymous, In Dionysii periegetae orbis descriptionem 60
Not analysed yet
570—579, Πλησίον δὲ τῶν λεγομένων Κασσιτερίδων ἄλλος ἐστὶ πόρος μικρῶν νησίων, ὅπου αἱ γυναῖκες τῶν Ἀμνιτῶν ἀντιπέραν, ὃ ἔστιν ἐξ ἐναντίας, διεγειρόμεναι τὰ ἱερὰ τῷ Διονύσῳ κατὰ τὸν νόμον τελοῦσι τοῖς κορύμβοις τοῦ μελαμφύλλου κισσοῦ, ἤγουν τοῖς κλάδοις τοῖς βοτρυώδεις καρποὺς ἔχουσι, νυκτεριναὶ ἢ νύκτωρ στεψάμεναι· ἠχὴ δὲ κτυπώδης τῶν τε τυμπάνων καὶ τῶν κυμβάλων διεγείρεται. Οὐδαμῶς γὰρ οὕτως ἐπὶ τοῖς αἰγιαλοῖς τῆς Θρᾶκικῆς Ἀψύνθου οἱ Β̣?στονίδες, τουτέστιν οἱ Θρᾷκες, τὸν ἐρίβρομον Εἰραφιώτην, τουτέστι τὸν Βάκχον τὸν ῥαφθέντα ποτὲ ἐν τῷ τοῦ Διὸς μηρῷ, ἢ ἀπὸ πόλεως Εἰραφίας καλουμένης οὕτως λεγόμενον καλοῦσιν, ἐν τοῖς μυστηρίοις αὐτοῦ μέγαν ἦχον διεγείροντες· οὐδὲ οὕτω σὺν τοῖς παισὶν αὐτῶν κατὰ τὸν Γάγγην ποταμὸν τὸν μελαίνας στροφὰς ἔχοντα τῷ μεγαλοήχῳ Διονύσῳ οἱ Ἰνδοὶ τὸν κῶμον ἄγουσιν, ὡς κατὰ ταύτην τὴν χώραν αἱ γυναῖκες τῶν Ἀμνιτῶν τὸ εὐοῖ Βάκχε, τουτέστι τὸν ὕμνον τὸν εἰς τὰ Διονύσια τελούμενον, λέγουσιν.