Ancient Greek
Section 63
Anonymous, In Dionysii periegetae orbis descriptionem 63
Not analysed yet
606—619. Ὑπάρχει δέ σοι ἐπὶ τὰ ἔμπροσθεν μέρη ἔξωθεν τῆς Καρμανίδος ἄκρας ἡ Περσόνησος, Ὤγυρις καλουμένη, ὅπου ὁ τύμβος ἢ τὸ σῆμα τοῦ Ἐρυθραίου βασιλέως, ἀφ᾿ οὗ καὶ Ἐρυθρὰ ἡ ἐκεῖθι θάλασσα λέγεται. Ἐκ ταύτης δ᾿ ἂν περάσαις ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης. Ὁρμηθεὶς δὲ πρὸς τὰ βόρεια, εἰς Ἤκαρον πελαγίαν νῆσον παραγενήσῃ, ὅκου τῆς Ταυροπόλου θεοῦ, ἤτοι τῆς Ἀρτέμιδος, βωμοὶ κνισσήεντες πικρὸν καπνὸν τῶν θυσίῶν ἔχουσιν. Τοσαύτας μέν πλατυτέρας ἢ μείζους νήσους ὁ ῥοῦς τοῦ ὠκεανοῦ ἔχει· ἄλλαι δὲ ἄπειροι καὶ ἀναρίθμητοί εἰσιν, αἱ μὲν ἐπὶ ταῖς προχοαῖς τῆς Λιβυκῆς θαλάσσης, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ περὶ τὸ κλίμα τῆς Εὐρώπης, ἄλλαι δὲ ἀλλαχόσε πολλαὶ, αἱ μὲν ὑπ᾿ ἀνθρώπων κατοικούμεναι καὶ ταῖς ναυσὶν λιμένα καλὸν ἔχουσαι, αἱ δὲ κατάκρημνοι καὶ τοῖς ναύταις ἀνεπίβατοι· ὧντινων οὐκ ἔστι μοι εὔκολον τὰ ὀνόματα εἰπεῖν.