Ancient Greek
Section 86
Anonymous, In Dionysii periegetae orbis descriptionem 86
Not analysed yet
861—873. Ἐκεῖθεν δὲ, δηλονότι· ἀπὸ τῆς Πισιδίας, ἡ περίδρομος θάλασσα συνεστραμμένην ὁδὸν πρὸς ἀνατολὴν περιτέμνεται, καταπολὺ ἔσω προβαίνουσα εἰς τὸν Ἰσσικὸν κόλπον· οὗτος δὲ ὁ κόλπος γείτων ἐστὶν ἢ πλησίον τοῦ Εὐξείνου πόντου, τὰ τῆς Κιλικίας ἔθνη μακρὸς ἐπὶ τὴν ἀνατολὴν περισυρόμενος. Ἐκεῖνα δὲ τὰ τῆς Ἀσίας Στενὰ καλοῦσιν. Καὶ τούτῳ μὲν τῷ Ἰσσικῷ κόλπῳ πολλῶν ποταμῶν πόρρωθεν ἐρχομένων τὸ ὕδωρ ἐπιμίσγεται τοῦ τε Πυράμου καὶ τοῦ Πινάρου καὶ τοῦ Κύδνου τοῦ σκολιοῦ, τοῦ μέσην τὴν Ταρσὸν τὴν καλῶς κατοικουμένην πόλιν διαρρέοντος· ὅπου ποτὲ ὁ Πήγασος ἵππος τὸν ταρσὸν τοῦ ποδὸς αὐτοῦ ἀφεὶς τῷ τόπῳ ἐκείνῳ τοὔνομα ἐγκατέλιπεν, ὁπηνίκα ὁ ἥρως Βελλεροφόντης ἐς τὸν οὐρανὸν πορευόμενος κατενεχθεὶς κατεάγη τοῦ ἵππου πτερορρυήσαντος. Ἐκεῖ δὲ ἔστι καὶ τὸ Ἀλήϊον πεδίον, ἐφ᾿ οὗτινος πεδίου ἄποθεν καὶ χωρὶς τῶν ἀνθρώπων πλανώμενος διῃτᾶτο.