Ancient Greek
Section 9
Anonymous, In Dionysii periegetae orbis descriptionem 9
Not analysed yet
84—91. Μετὰ δὲ τὸν Σαρδόνιον πόντον τῆς Τυρσηνίδος κῦμα θαλάσσης ἀπὸ βορέου εἰς νότον παραπέπταται· μετὰ δὲ τὸ Τυρσηνικὸν πέλαγος ὁ Σικελὸς ῥόος ἢ Σικελικὸς πόντος ἀπὸ δύσεως πρὸς ἀνατολὰς κυρτὸς ἢ κυρτούμενος ἐπιστρέφεται. Ἐκκέχυται δὲ τὸ Σικελικὸν πέλαγος, ἔνθα μὲν μέχρι τοῦ πολυκλύστου Παχύνου, ὅπερ ἀκρωτήριόν ἐστι τῆς Σικελίας, ἐκεῖσε δὲ μέχρι τῆς Κρητικῆς ἄκρας, ἥτις καταπολὺ εἰς τὴν θάλασσαν ἔκκειται, παρά τε τὴν ἱερὰν Γόρτυναν καὶ τὴν ἐν μέσῳ ἠπείρου κειμένην Φαιστὸν προνενευκυῖα καὶ κριοῦ παρεμφαίνουσα κεφαλήν. Τούτου χάριν καὶ Κριοῦ μέτωπον ταύτην εἶπον διὰ τὴν κροῦσιν καὶ τὴν ὑπήχησιν τῶν ὑδάτων. Ἐκτέταται δὲ τὸ Σικελικὸν πέλαγος ἐπὶ τὴν Ἰαπυγίαν Ἰαπυγία δὲ ἐκλήθη ἀπὸ Ἰαπύγου τινός, ἥτις μέρος ἐστὶ τῆς Καλαβρίας.