Ancient Greek
297 to 316
Anonymous, Stadiasmus Magni Maris 297-316
Not analysed yet
297. Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τ΄· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνiμῳ, καὶ ἱερὸν Ἀφροδίτης. 298. Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβι δεξιᾷ) στάδιοι ρκε΄. 299. Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκε΄. 300. Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν ἐστι) στάδιοι ν΄. 301. Ἀπὸ Τρήτων εἷς τὸ Κουριακὸν στάδιοι . 302. Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρν΄· πόλις ἐστὶν ἀλίμενος ἀσφαλίζου τὸν τόπον. 303. Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα, ὕφορμον καὶ ὕδωρ. 304. Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι π΄· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου. 305. Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι ν΄· πόλις ἐστὶ, λιμένα ἔχει. 305. Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκ΄· ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ. 306. Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τ΄. 307. Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα στάδιοι ξ΄· ὄρμοι εἰσὶ δύο, ὁ μέν ἐστι χαροπὸς, ὁ δὲ λευκὸς, ἔχοντες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο, ἔχουσαι ἀμφότεραι ἀνάπλους. 308. Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιο ψ΄. 309. Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σο΄· πόλις ἐστί· λιμέν ἔχει ἔρημον· χειμάζει βορέου. 310. Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβοὸν στάδιοι ν΄· ὅρμος ἐστὶ θερινός. 311. Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τ΄· πόλις ἐστὶν ἀλίμενος. 312. Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει ὕφορμον. 313. Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υν΄. πόλις ἐστὶν ἔχουσα ὅρμον. 314. Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου. 315. Ἀπὸ Καρπαθείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρ΄· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾷς περίπλους τῆς Κύπρου στάδιοι ασν΄. 316. Ἀπὸ τοῦ αὐτοῦ Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ατ΄.