Ancient Greek
337 to 354
Anonymous, Stadiasmus Magni Maris 337-354
Not analysed yet
337. Ἀκὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι ν΄· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης. 338. Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι ν΄· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος ἔστι δὲ ἐσώτερος κόλπος, καὶ καλεῖται Μυρτῖλος καὶ ὕδωρ ἔχει. 339. Ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι π΄ πόλις ἐστὶν ἐν κόλπῳ κειμένη. ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ. 340. Ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κε΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς ἄρκτον. 341. Ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι π΄· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ. 342. Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι ρο΄· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τήν Κρήτην καὶ πρὸς ἄρκτον. 343. Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξ΄· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει. 344. Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρν΄· πεζῃ δὲ στάδιοι ρκ΄· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἴ καλοῦνται Λευκαί. 345. Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρν΄· ποταμός ἐστι καὶ λιμήν περὶ αὐτὸν παραχειμαστικὸς, καὶ πύργον ἔχει. 346. Ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευ. θέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι ν΄· 347. Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λ΄. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. Ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων ν΄. 348. Ἀπὸ Ἆστάλης εἰς Ἡράκλειον στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κ΄ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μ΄ πρὸς δύσιν· καλεῖται Δῖος. 349. Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λ΄· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα. 350. Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξ΄· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κ΄· 351. Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιε΄. 352. Ἀπὸ Καμάρας εἰς Ἴστρον στάδιοι κε΄. 353. Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιε΄· ὕφορμός ἐστιν, ἄνυδρος δέ. 354. Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στάδιοι τ΄· νῆσοι εἰσὶ δύο, ἔχουσαι λιμένα καὶ ὕδωρ.