Ancient Greek
34 to 52
Anonymous, Stadiasmus Magni Maris 34-52
Not analysed yet
34. Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρν΄· ὅρμος ἐστιν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπʼ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις. 35. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρ΄· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ. 36. Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι 37. Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρν΄· ἀπὸ σταδίων ὀκτὼ παράπλεε · ἔχει ὕδωρ. 38. Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκ΄· ὅρμος ἐστὶ θερινός νῆσος δέ ἐστι, καὶ κατʼ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας. 39. Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετρέντα . στάδιοι . 40. Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λ΄· ὕφορμός ἐστι θερινός ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ. 41. Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σν΄· πρὸς τῷ πελάγει κεῖταινῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λ΄· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ. 42. Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον στέδιοι · ὕδωρ ἔχει πλατύ. 43. Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ζ΄· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιε΄. 44. Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ζ΄· τεῦθεν ἐν ἀριστερᾷ κατάγου. 45. Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ζ΄. 46. Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρ΄· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν. 47. Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια. εἰς Δάρνην στάδιοι ρν΄. 48. Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρν΄· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός. 49. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι ο΄· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων σταδίους ι΄, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος ἔστι δʼ ἐπ᾿ αὐτῷ ἱερὸν Ἀφροδίτης. 50. Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι ζ΄· κώμη ἐστίν. 51. Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι ο΄· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ. 52. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκ΄. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι γφν΄.