Ancient Greek
58 to 80
Anonymous, Stadiasmus Magni Maris 58-80
Not analysed yet
58. Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στέδιοι ξ΄. 59. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ι΄. 60. Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. α΄· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς. 61. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψι΄· αἰγιαλός ἐστιν. 62. Ἀκὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι ν΄· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον. 63. Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμ΄· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου. 64. Ἀπὸ τοῦ Κέρκιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ρι΄. 65. Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι π΄. 66. Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλείου, ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει. 67. Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρ΄. παράδρομον ὄψει θῖνα λευκήν μεγίστην, ἀφʼ ἧς, ἂν ὀρύξῃς, ἔξεις ὕδωρ γλυκύ. 68. Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι ν΄. 69. Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. α΄· ὕφορμός ἐστιν. 70. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρν΄· φρούριόν ἐστιν ἔρημον ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος. 71. Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι ο΄ αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρῳ περιφερής· ὕδωρ ἔχει. 72. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στέδιοι ο΄· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν. 73. Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδιοι π΄· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιε΄, ὑψηλὸς, ὅμοιος ἐλέφαντι. 74. Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα ἐν σταδίοις β΄ νῆσός ἐστιν ὑψηλή· Ποντία καλεῖται. 75. Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν ἐν σταδίοις ζ΄ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπʼ αὐτήν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν. 76. Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι ν΄. 77. Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στάδιοι π΄· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον. 78. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδ΄· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός ὕδωρ ἔχει. 79. Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κ΄· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον. 80. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι ν΄· ἄνυδρός”