Ancient Greek
Section 10a
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 10a
Not analysed yet
Ἡ μὲν Λιβύη, φησὶν, ἄπωθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ἀπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ἀπὸ τῆς Ἀσίας· ἄπωθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. Ἄπωθεν τῆς Εὐρώπης, κατὰ μηδέν μέρος συνάπτουσα τῇ Εὐρώπῃ· λοξὸν δὲ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης, ἢ διὰ τὸν Νεῖλον· χωρίζει γὰρ τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν (ἐξ αὐτῶν τῶν Γαδείρων, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λτβόη δὲ ἕκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· εἴρηται δὲ Εὐρώπη διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. Τὴν δὲ Λιβύην προέταξεν, ὅτι Λίβυς ἦν, ἢ διὰ τὸν Νεῖλον.