Ancient Greek
Section 113
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 113
Not analysed yet
Ἰσμαρικοῦ, ἤγουν Θρᾳκικοῦ. Ἴσμαρος γὰρ πόλις Θράκης, “ὁ δ᾿ Ἴσμαρον ἀμφιβεβήκει (Od. ι, 98), ”ἐν ᾧ μάλιστα ὁ βορρᾶς καταρρήγνυται. Ἄλλως. Περὶ Κικονίαν ἐστὶν ὁ Ἴσμαρος, ὡς ὁ Ποιητὴς (Od. ι, 39) δηλοῖ· «Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Ἰσμάρῳ. Δύο δέ πελάγη τὰ ἐκ τοῦ Ἀδρίου συναπτόμενά φασιν ὑποκεῖσθαι τῇ προειρημένῃ θαλάσσῃ, ὧν τὸ μὲν Αἰγύπτιον ἄχρι τοῦ Κασίου περατοῦσθαι· τοῦτο δὲ ἄκρον ἐστὶ ψαμμῶδες, ἐπὶ τὰ βόρεια τοῦ Πηλουσίου κείμενον· τὸ δὲ Συριακὸν ἐπὶ τὸν Ἰσσικὸν ἀποκρέμασθαι κόλπον, ὃν ἄνω τῆς Σιδονίας ἐπὶ τὰ βόρεια κεῖσθαι θαλάσσης.