Ancient Greek
Section 121
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 121
Not analysed yet
Ὕσπληγγι δνοφερῇ] τῇ καμπῇ καὶ τῇ ἀφετηρίᾳ τῇ μελαίνῃ καὶ τῇ ὁρμῇ. Ὕσπληγξ δὲ κυρίως τὸ μηχάνημα τὸ ἀποκροῦον τὸν κανόνα τοῦ δρομέως. Σημαίνει δὲ καὶ ἀρχὴν καὶ ἀφετηρίαν. Ἔστι δὲ οἷον γραμμῇ τινι καὶ διαιρέσει. Δνοφερῇ δὲ διὰ τὴν χροιὰν τῆς ἐκεῖ θαλάσσης ἢ χώρας. Καὶ μετὰ τὸ κάμψαι πάλιν ὥσπερ ἔφεσίς ἐστι τοῖς δρομεῦσι (δρόμος)· ὅταν γὰρ ἐπιβάλλῃ τῇ Κιλικίᾳ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ. Διὸ καὶ δράκοντι τὴν ἕρπυσιν αὐτὸν εἰκάζει, ἐπεὶ μὴ κατʼ εὐθὺ φέρεται, διεστραμμένως δὲ περὶ αὐτὸν εἰλεῖται περὶ δὲ αὐτὴν νῦν χρὴ νοῆσαι, ἐπειδὴ ὁ Ἰσσικὸς κόλπος πρὸς βορέαν ἀνατεινόμενος κατὰ τοῦτο τὸ μέρος ἐπικάμπτεται. Δνοφερῇ δὲ τῇ μελαγγείῳ τὸ δὲ Κιλίκων ἀποπαύεται, ὡς τέλος εἶναι τῆς φορᾶς ἄχρι Κιλικίας, τῇ δʼ ὅλῃ παραφορᾷ ἄχρι Παμφυλίας, ἀπὸ Παμφυλίας δὲ ἄχρι Χελιδονίων ἐπὶ δύσιν πάλιν. Ὅταν γὰρ, φησὶ, πρὸς τῇ γῇ τῶν Κιλίκων γένηται, τότε παύεται πρὸς βορρᾶν ἀνατεινόμενος, καὶ λοιπὸν ἐπικάμπτεται πρὸς δύσιν, διὰ τὸ ἐξ ἑκατέρας ἐπιφέρεσθαι συμπεριαγνυμένῳ τῷ κόλπῳ τὰ κύματα, καὶ διὰ τοῦτο δυσπόρευτον ποιεῖσθαι τὴν ἐπίβασιν κατὰ τὸ περιφερὲς τοῦ κόλπου. Ἥττονα γὰρ τῷ τάχει τῶν ἐπʼ εὐθείας φερομένων.