Ancient Greek
Section 13
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 13
Not analysed yet
Καὶ τέμενος περίπυστον] τὸ ἐξάκουστον χωρίον τοῦ Λακωνικοῦ Κανώβου. Ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. Μετὰ γὰρ τὴν τῆς Τροίας ἅλωσιν τοῦ Μενελάου ἀποπλανηθέντος πρὸς τὰ τῆς Αἰγύπτου μέρη καὶ τοῦ αὐτοῦ κυβερνήτου ἀποπνιγέντος, τοῦ Φρόντιδος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις καὶ πολλὰ διατρίψας ἐν Αἰγύπτῳ ναυπηγῶν τὰ σκάφη ὑπὸ ὄφεως πληγεὶς τελευτᾷ. Ὃν θάψας ὁ Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸ ἀχρειότατον τοῦ στρατοῦ μέρος οἰκεῖν τὴν πόλιν καί τινας Αἰγυπτίους. Ἀμυκλαίοιο] Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη λέγεται· διὸ καὶ τὰ ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων· μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἣν ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας.