Ancient Greek
Section 136
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 136
Not analysed yet
Ἴμβρον ἔχων] Ἀπὸ τῶν Θρᾳκικῶν μερῶν ἡ Ἴμβρος· ἡ δὲ Τένεδος πρὸς τῇ Ἀσίᾳ κεῖται. Ἀπὸ δὲ Τενέδου ὁ Ἑλλήσποντος ἄρχεται. Τὸ δὲ τέλος τοῦ Αἰγαίου ἀρχὴ τοῦ Ἑλλησπόντου. Ἡ δὲ ἀρχὴ τοῦ Ἑλλησπόντου πλατυτέρα ἐστὶν, οἷα δὴ καὶ τέλος τοῦ Αἰγαίου οὖσα, ὡς καὶ Ὅμηρος (Il. ρ, 432)· «ἐς πλατὺν Ἑλλήσποντον. »Ἔστι δὲ τὸ τοῦ Ἑλλήσποντου στενὸν τὸ ἐπὶ Κωνσταντινουπόλεως· ἢ Ἑλλήσποντος λέγεται, ἔνθα Σηστὸς καὶ Ἄβυδος.