Ancient Greek
Section 138
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 138
Not analysed yet
Τῆς δ᾿ ὕπερ ἄσπετα φῦλα] Τὸ νόημα οὕτως ἔχει· ὑπὲρ ἧς Προποντίδος πρὸς τὰ νότια μέρη πολλὰ ἔστιν ἔθνη τῆς Ἀσίας· ἵνα εἴπῃ τὰ καὶ περὶ Ἰωνίαν καὶ Λυδίαν καὶ Λυκίαν, καὶ πάντα τὰ πρὸς νότον ἀφορῶντα τῆς Ἀσίας παράλια ἐπὶ τοῦ Αἰγαίου καὶ τοῦ Ἑλλησπόντου. Καλεῖ δὲ τοῦτο τὸ μέρος ἰσθμὸν, ὅπερ καὶ Ἡρόδοτος (1, 72) αὐχένα λέγε. Ἔστι δὲ ὁ αὐχὴν οὗτος πρὸς νότον, ἀντικείμενος αὐτῆς τῆς Καράμβιος καὶ Κριοῦ μετώπου· καὶ στενοῦ γενομένου τούτου παρὰ τὸν Πόντον, εἰκὸς ὁρᾶσθαι τὰς περαιτέρω δύο θαλάσσας. Ἡ Προποντὶς γὰρ βορειοτέρα γίνεται τῶν προειρημένων ἐθνῶν. Πλατὺν δὲ αὐτὸν εἶπεν, ἐπεὶ πολλὰ ἔθνη ἔχει ἐν ἑαυτῷ. Μεταξὺ δὲ κεῖται τοῦ Εὐξείνου Πόντου, ὃς ἄγει ἄχρι Κόλχων, καὶ Προποντίδος. Τὰ δὲ ἔθνη Κιλικία, Ἰσαυρία, Παμφυλία, Λυκία, Καρία, Ἀσία, Ἑλλήσποντος, χώρα Φρυγία τῶν ἐν τῇ δευτέρᾳ Φρυγίᾳ, Καππαδοκία, Ἀρμενία, Γαλατία, Παφλαγονία, Πόντος Πολεμώνιος, Βιθυνία. Χῶραι ιδ´.