Ancient Greek
Section 142a
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 142a
Not analysed yet
Ὁ Βόσπορος, φησὶ, στενότερός ἐστι τῶν ἀντικρὺ τῆς Ὑρκανίας δύο θαλασσης. Λέγει δὲ Προποντίδα· ἐσώτερος γὰρ τούτων ὁ Βόσπορος. Ἔστι δὲ στενότερος, ὅτι τὸ πλάτος ἐστὶ σταδίων ιβ´, ὡς καὶ βοῦν διανήξασθαι ὁ δὲ Ἑλλήσποντος τὸ πλάτος σταδίων η´, Ἢ καὶ λέγει τὸν μεταξὺ Καλχηδόνος καὶ Βυζαντίου στενότατον πόρον, ἢ τὸν μεταξὺ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου καλουμένου. Ἄλλως. Τὸν αὐτὸν Ἀνάπλουν λέγει ὡς δοκοῦσι τὰ μέρη ἐκεῖνα τῷ ἀναπλέοντι μὴ ἔχειν ἔξοδον, ἄχρις οὗ πλησίον γένηται.