Ancient Greek
Section 184
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 184
Not analysed yet
Ἐκ τεῦ σχήματος ἔλαβε τὴν ἀρχὴν, εἰπὼν «ὑπὸ γλωχῖνα »· ἐπὶ γὰρ τῶν ἐχόντων γωνίας ἡ λέξις, εἴγε τῶν τετραπλεύρων ἐστὶν ἡ γωνία. Λέγει δὲ Μαυρουσίους ἔχειν, καὶ Νομάδων ἔθνη πολλὰ παρακεῖσθαι Μασαισύλων καὶ Μασυλίων, οὓς καὶ ἀγρονόμους εἶπε, διὰ τὸ μήτʼ ἀροῦν μήτε γεωργεῖν, ἀγρεύειν δὲ καὶ τούτῳ μόνῳ παῤ οἰκονομίαν κεχρῆσθαι. Οὐκοῦν ἀκόλουθον προπαροξύνειν τὴν λέξιν· οὐ γὰρ ἐνέργειαν ἀλλὰ πάθος σημαίνει. Γλωχῖνα δὲ εἶπε πρὸς τὸ σχῆμα τῆς γραμμῆς· πυμάτη δὲ, ἐπειδὴ πρὸς τῷ τέλει ἐστὶ τῶν Στηλῶν. Πρῶτοι δὲ τῶν ἄλλων ἐθνῶν οἱ Μαυρούσιοι.