Ancient Greek
Section 201
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 201
Not analysed yet
Ἔνθα κορυσσομένης] τὴν ἀρχὴν ποιουμένου τοῦ Τυρσηνικοῦ πελάγους τῆς αὐξήσεως τῇ τῶν κυμάτων φορᾷ. Ὥσπερ γὰρ ἤπειρός ἐστι δεχομένη τὸ τῶν ὑδάτων πλῆθος ἡ Σύρτις. Καὶ ἔστιν ὅμοιον τῷ παρὰ τῷ Ποιητῇ (Il. 4, 424)· πόντῳ μὲν τὰ πρῶτα κορύσσεται· αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει. Ἄμπωτις δὲ, τουτέστιν ἡ ἀναχώρησις, ἐπιτρέχει ξηραῖς ψάμμοις, παρεχούσαις αὐτὴν φαίνεσθαι ὑπαναχωροῦσαν.